ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:9-16
SBL Greek New Testament
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, 10 εἰς τοῦτο [a]γὰρ κοπιῶμεν καὶ [b]ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν [c]ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ [d]ᾖ πᾶσιν· 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:10 γὰρ WH Treg NIV ] + καὶ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:10 ὀνειδιζόμεθα RP] ἀγωνιζόμεθα WH Treg NIV
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:12 ἀγάπῃ WH Treg NIV ] + ἐν πνεύματι RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4:15 ᾖ WH Treg NIV ] + ἐν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software