Add parallel Print Page Options

22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ [a]ἱκανῶν ἐτῶν, 24 ὡς [b]ἂν πορεύωμαι εἰς τὴν [c]Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— 25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. 27 εὐδόκησαν γάρ, καὶ ὀφειλέται [d]εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν [e]εἰς Σπανίαν· 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι [f]εὐλογίας Χριστοῦ ἐλεύσομαι.

30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ [g]καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος [h]τοῖς ἁγίοις γένηται, 32 ἵνα ἐν χαρᾷ [i]ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος [j]θεοῦ συναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:23 ἱκανῶν WH Treg ] πολλῶν NIV RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:24 ἂν WH Treg NIV ] ἐὰν RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:24 Σπανίαν WH Treg NIV ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:27 εἰσὶν αὐτῶν WH Treg NIV ] αὐτῶν εἰσὶν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:28 εἰς WH Treg NIV ] + τὴν RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:29 εὐλογίας WH Treg NIV ] + τοῦ εὐαγγελίου τοῦ RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:31 καὶ WH Treg NIV ] + ἵνα RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:31 τοῖς ἁγίοις γένηται WH Treg NIV ] γένηται τοῖς ἁγίοις RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:32 ἐλθὼν WH NIV ] ἔλθω Treg RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:32 θεοῦ WH NIV ] + καὶ Treg RP