Add parallel Print Page Options

ὅτι ἐὰν [a]ὁμολογήσῃς ἐν τῷ στόματί [b]σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

14 Πῶς οὖν [c]ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [d]πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [e]ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ [f]κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; [g]καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν [h]εὐαγγελιζομένων [i]τὰ ἀγαθά. 16 ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [j]Χριστοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 σου Treg NIV RP ] + ὅτι WH
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἀκούσωσιν WH Treg NIV] ἀκούσουσιν RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 κηρύξωσιν WH Treg NIV ] κηρύξουσιν RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 καθὼς Treg NIV RP ] καθάπερ WH
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 εὐαγγελιζομένων WH Treg NIV ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:15 τὰ NIV RP ] – WH Treg
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:17 Χριστοῦ WH Treg NIV ] θεοῦ RP