ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:1-11
SBL Greek New Testament
2 1 ἔκρινα [a]γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ [b]τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ [c]ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην [d]σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, 7 ὥστε τοὐναντίον [e]μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ [f]ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:1 γὰρ WH NIV ] δὲ Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:2 τίς WH Treg NIV ] + ἐστιν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 ἔγραψα WH Treg NIV ] + ὑμῖν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:3 σχῶ WH Treg NIV ] ἔχω RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:7 μᾶλλον Treg NIV RP ] – WH
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:10 ὃ κεχάρισμαι, εἴ τι WH Treg NIV ] εἴ τι κεχάρισμαι ᾧ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software