Add parallel Print Page Options

13 τί γάρ ἐστιν ὃ [a]ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.

14 Ἰδοὺ τρίτον [b]τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ [c]καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. [d]εἰ περισσοτέρως ὑμᾶς [e]ἀγαπῶν, ἧσσον ἀγαπῶμαι;

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:13 ἡσσώθητε WH Treg NIV ] ἡττήθητε RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 τοῦτο WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 καταναρκήσω WH Treg NIV ] + ὑμῶν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 εἰ WH Treg NIV ] + καὶ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 ἀγαπῶν Treg NIV RP ] ἀγαπῶ WH