Add parallel Print Page Options

Παῦλος δέσμιος χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν καὶ Ἀπφίᾳ τῇ [a]ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συνστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.

Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς [b]χριστόν. χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Διὸ πολλὴν ἐν χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος χριστοῦ Ἰησοῦ· 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν [c]τοῖς δεσμοῖς, Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12 [d]ὃν ἀνέπεμψά σοι, αὐτόν, τουτέστιν τὰ ἐμὰ [e]σπλάγχνα. 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· 16 οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλόν σοι καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ; 17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.

19 Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν χριστῷ.

21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ Ἰησοῦ, 24 Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 ἡ χάρις τοῦ [f]κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. [g]ἀμήν.

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:2 ἀδελφῇ א A D* I P; αγαπητη D2 K L Ψ 69 1424
  2. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 χριστόν P61(vid χ̅ν∙ [.) א* A C; add ιησουν א2 D K L P Ψ 69; add η ισουν 1424
  3. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:10 τοῖς δεσμοῖς א* A D*; add μου א2 C D1 K L P Ψ 69 1424
  4. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:12 ὃν ἀνέπεμψά σοι א* A C*; ον ανεπεμψα σοι δε Ψ; ον ανεπεμψα συ δε א2 D2 K L P 69 1424; ον ανεπεμψα σοι συ δε C2 D*(επενψα for ανεπεμψα) D1(επεμψα for ανεπεμψα)
  5. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:12 σπλάγχνα א* A; add προσλαβου א2 C D K L P Ψ 69(before αυτον) 1424
  6. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:25 κυρίου ἡμῶν A C D K L Ψ 69 1424; omit ημων א P
  7. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:25 ἀμήν א C D1 K L P Ψ 69 1424; omit A D*

παυλος δεσμιος χριστου ιησου και τιμοθεος ο αδελφος φιλημονι τω αγαπητω και συνεργω ημων

και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια

χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου

ακουων σου την αγαπην και την πιστιν ην εχεις προς τον κυριον ιησουν και εις παντας τους αγιους

οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν υμιν εις χριστον ιησουν

χαριν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε

διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον

δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνι δε και δεσμιος ιησου χριστου

10 παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις μου ονησιμον

11 τον ποτε σοι αχρηστον νυνι δε σοι και εμοι ευχρηστον ον ανεπεμψα

12 συ δε αυτον τουτεστιν τα εμα σπλαγχνα προσλαβου

13 ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου διακονη μοι εν τοις δεσμοις του ευαγγελιου

14 χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον

15 ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης

16 ουκετι ως δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω

17 ει ουν εμε εχεις κοινωνον προσλαβου αυτον ως εμε

18 ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογει

19 εγω παυλος εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις

20 ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν κυριω

21 πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ ο λεγω ποιησεις

22 αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν

23 ασπαζονται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου

24 μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου

25 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αμην [προς φιλημονα εγραφη απο ρωμης δια ονησιμου οικετου]