A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 31881 Westcott-Hort New Testament (WHNU)

αρχομεθα παλιν εαυτους συνιστανειν η μη χρηζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων

η επιστολη ημων υμεις εστε εγγεγραμμενη εν ταις καρδιαις ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων

φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλαξιν λιθιναις αλλ εν πλαξιν καρδιαις σαρκιναις

πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον

ουχ οτι αφ εαυτων ικανοι εσμεν λογισασθαι τι ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου

ος και ικανωσεν ημας διακονους καινης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτεινει το δε πνευμα ζωοποιει

ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τους υιους ισραηλ εις το προσωπον μωυσεως δια την δοξαν του προσωπου αυτου την καταργουμενην

πως ουχι μαλλον η διακονια του πνευματος εσται εν δοξη

ει γαρ η διακονια της κατακρισεως δοξα πολλω μαλλον περισσευει η διακονια της δικαιοσυνης δοξη

10 και γαρ ου δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει εινεκεν της υπερβαλλουσης δοξης

11 ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη

12 εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα

13 και ου καθαπερ μωυσης ετιθει καλυμμα επι το προσωπον αυτου προς το μη ατενισαι τους υιους ισραηλ εις το τελος του καταργουμενου

14 αλλα επωρωθη τα νοηματα αυτων αχρι γαρ της σημερον ημερας το αυτο καλυμμα επι τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον οτι εν χριστω καταργειται

15 αλλ εως σημερον ηνικα αν αναγινωσκηται μωυσης καλυμμα επι την καρδιαν αυτων κειται

16 ηνικα δε εαν επιστρεψη προς κυριον περιαιρειται το καλυμμα

17 ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου ελευθερια

18 ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes