A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 111881 Westcott-Hort New Testament (WHNU)

11 οφελον ανειχεσθε μου μικρον τι αφροσυνης αλλα και ανεχεσθε μου

ζηλω γαρ υμας θεου ζηλω ηρμοσαμην γαρ υμας ενι ανδρι παρθενον αγνην παραστησαι τω χριστω

φοβουμαι δε μη πως ως ο οφις εξηπατησεν ευαν εν τη πανουργια αυτου φθαρη τα νοηματα υμων απο της απλοτητος [και της αγνοτητος] της εις τον χριστον

ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθε καλως ανεχεσθε

λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερλιαν αποστολων

ει δε και ιδιωτης τω λογω αλλ ου τη γνωσει αλλ εν παντι φανερωσαντες εν πασιν εις υμας

η αμαρτιαν εποιησα εμαυτον ταπεινων ινα υμεις υψωθητε οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμιν

αλλας εκκλησιας εσυλησα λαβων οψωνιον προς την υμων διακονιαν

και παρων προς υμας και υστερηθεις ου κατεναρκησα ουθενος το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο μακεδονιας και εν παντι αβαρη εμαυτον υμιν ετηρησα και τηρησω

10 εστιν αληθεια χριστου εν εμοι οτι η καυχησις αυτη ου φραγησεται εις εμε εν τοις κλιμασιν της αχαιας

11 δια τι οτι ουκ αγαπω υμας ο θεος οιδεν

12 ο δε ποιω και ποιησω ινα εκκοψω την αφορμην των θελοντων αφορμην ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις

13 οι γαρ τοιουτοι ψευδαποστολοι εργαται δολιοι μετασχηματιζομενοι εις αποστολους χριστου

14 και ου θαυμα αυτος γαρ ο σατανας μετασχηματιζεται εις αγγελον φωτος

15 ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης ων το τελος εσται κατα τα εργα αυτων

16 παλιν λεγω μη τις με δοξη αφρονα ειναι ει δε μη γε καν ως αφρονα δεξασθε με ινα καγω μικρον τι καυχησωμαι

17 ο λαλω ου κατα κυριον λαλω αλλ ως εν αφροσυνη εν ταυτη τη υποστασει της καυχησεως

18 επει πολλοι καυχωνται κατα [την] σαρκα καγω καυχησομαι

19 ηδεως γαρ ανεχεσθε των αφρονων φρονιμοι οντες

20 ανεχεσθε γαρ ει τις υμας καταδουλοι ει τις κατεσθιει ει τις λαμβανει ει τις επαιρεται ει τις εις προσωπον υμας δερει

21 κατα ατιμιαν λεγω ως οτι ημεις ησθενηκαμεν εν ω δ αν τις τολμα εν αφροσυνη λεγω τολμω καγω

22 εβραιοι εισιν καγω ισραηλιται εισιν καγω σπερμα αβρααμ εισιν καγω

23 διακονοι χριστου εισιν παραφρονων λαλω υπερ εγω εν κοποις περισσοτερως εν φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως εν θανατοις πολλακις

24 υπο ιουδαιων πεντακις τεσσερακοντα παρα μιαν ελαβον

25 τρις ερραβδισθην απαξ ελιθασθην τρις εναυαγησα νυχθημερον εν τω βυθω πεποιηκα

26 οδοιποριαις πολλακις κινδυνοις ποταμων κινδυνοις ληστων κινδυνοις εκ γενους κινδυνοις εξ εθνων κινδυνοις εν πολει κινδυνοις εν ερημια κινδυνοις εν θαλασση κινδυνοις εν ψευδαδελφοις

27 κοπω και μοχθω εν αγρυπνιαις πολλακις εν λιμω και διψει εν νηστειαις πολλακις εν ψυχει και γυμνοτητι

28 χωρις των παρεκτος η επιστασις μοι η καθ ημεραν η μεριμνα πασων των εκκλησιων

29 τις ασθενει και ουκ ασθενω τις σκανδαλιζεται και ουκ εγω πυρουμαι

30 ει καυχασθαι δει τα της ασθενειας [μου] καυχησομαι

31 ο θεος και πατηρ του κυριου ιησου οιδεν ο ων ευλογητος εις τους αιωνας οτι ου ψευδομαι

32 εν δαμασκω ο εθναρχης αρετα του βασιλεως εφρουρει την πολιν δαμασκηνων πιασαι με

33 και δια θυριδος εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας αυτου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes