ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:6-12
SBL Greek New Testament
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει [a]τι ἐξ ἐμοῦ, 7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. [b]διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος [c]Σατανᾶ, ἵνα με κολαφίζῃ, [d]ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· 9 καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ [e]δύναμις ἐν ἀσθενείᾳ [f]τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις [g]μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς [h]καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα [i]ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ [j]ὑπομονῇ, σημείοις [k]τε καὶ τέρασιν καὶ δυνάμεσιν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:6 τι NIV RP ] – WH Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 διὸ WH Treg NIV ] – RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 Σατανᾶ WH Treg NIV ] Σατᾶν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NIV RP ] – Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 δύναμις WH Treg NIV ] + μου RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 τελεῖται WH Treg NIV ] τελειοῦται RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 μου Treg NIV RP ] – WH
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:10 καὶ WH NIV ] ἐν Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 τε WH NIV ] – Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software