ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:21-28
SBL Greek New Testament
21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς [a]ἠσθενήκαμεν· ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ. 23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν [b]φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, 27 [c]κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ [d]ἐπίστασίς [e]μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:21 ἠσθενήκαμεν WH Treg NIV ] ἠσθενήσαμεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:23 φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως WH Treg NIV ] πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:27 κόπῳ WH Treg NIV ] ἐν κόπῳ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:28 ἐπίστασίς WH Treg NIV ] ἐπισύστασίς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:28 μοι WH Treg NIV ] μου RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software