A A A A A
Bible Book List

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 51881 Westcott-Hort New Testament (WHNU)

γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα

και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν υμας και παρεδωκεν εαυτον υπερ υμων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας

πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις

και αισχροτης και μωρολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια

τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου

μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας

μη ουν γινεσθε συμμετοχοι αυτων

ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε

ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια

10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω

11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε

12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν

13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν

14 διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος

15 βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι

16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν

17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του κυριου

18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι

19 λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες τη καρδια υμων τω κυριω

20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι

21 υποτασσομενοι αλληλοις εν φοβω χριστου

22 αι γυναικες τοις ιδιοις ανδρασιν ως τω κυριω

23 οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος

24 αλλα ως η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι

25 οι ανδρες αγαπατε τας γυναικας καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης

26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι

27 ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος

28 ουτως οφειλουσιν [και] οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα

29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο χριστος την εκκλησιαν

30 οτι μελη εσμεν του σωματος αυτου

31 αντι τουτου καταλειψει ανθρωπος [τον] πατερα και [την] μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν

32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και [εις] την εκκλησιαν

33 πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes