Font Size
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15-21
SBL Greek New Testament
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15-21
SBL Greek New Testament
15 Βλέπετε οὖν [a]ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ [b]συνίετε τί τὸ θέλημα τοῦ κυρίου· 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντες [c]ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ [d]ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:17 συνίετε WH Treg NIV ] συνιέντες RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ψάλλοντες WH NIV ] + ἐν Treg RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software