ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2
Tyndale House Greek New Testament
2 Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι 3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς [a]καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν 4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Ἦσαν δὲ [b]ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. 6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 ἐξίσταντο δὲ [c]πάντες καὶ ἐθαύμαζον λέγοντες· οὐχ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ;
12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν ἄλλος πρὸς ἄλλον λέγοντες· τί θέλει τοῦτο εἶναι; 13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται. 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσιν. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
22 Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, 24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ.
25 Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν· προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν ἵνα μὴ σαλευθῶ· 26 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι. 27 ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ἅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς [d]ἅδου οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν [e]ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ πρὸς αὐτούς· μετανοήσατε φησὶν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων [f]ἐγίνετο. 44 πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46 καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σωζομένους καθ᾽ ἡμέραν ἐπὶ τὸ αὐτό.
Footnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:3 καὶ ἐκάθισεν א2 B; και εκαθισαν א*; ♦ εκαθισεν τε A C3 E Ψ 69 1424; εκαθισαν τε Dc; εκαθισεν δε C*; και εκαθισαν τε D*; unclear P74(.ο]ς εκαθι̣σεν[ )
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:5 ἐν Ἱερουσαλὴμ א2 B C D E Ψ 69 1424; εις ιερουσαλημ א* A
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:7 πάντες1 א2 A C E Ψ 1424; απαντες א*; ♦ omit B D 69
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:31 ἅδου A C D E P Ψ 69 1424; ♦ αδην א B
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:34 ὁ κύριος P74 א2 A B2 C E P Ψ 69 1424; ♦ κυριος א* B* D
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:43 ἐγίνετο2 B D P 69 1424(-οντο for -ετο); add εν ιερουσαλημ φοβος τε ην μεγας επι παντας και P74(vid τα]ς̣ κα[ι) א A C Ψ(add αυτους after παντας); add εν ιερουσαλημ E
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2
1550 Stephanus New Testament
2 και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν απαντες ομοθυμαδον επι το αυτο
2 και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
3 και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος εκαθισεν τε εφ ενα εκαστον αυτων
4 και επλησθησαν απαντες πνευματος αγιου και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αυτοις αποφθεγγεσθαι
5 ησαν δε εν ιερουσαλημ κατοικουντες ιουδαιοι ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον
6 γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη οτι ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων
7 εξισταντο δε παντες και εθαυμαζον λεγοντες προς αλληλους ουκ ιδου παντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι
8 και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν
9 παρθοι και μηδοι και ελαμιται και οι κατοικουντες την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν
10 φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην και οι επιδημουντες ρωμαιοι ιουδαιοι τε και προσηλυτοι
11 κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου
12 εξισταντο δε παντες και διηπορουν αλλος προς αλλον λεγοντες τι αν θελοι τουτο ειναι
13 ετεροι δε χλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν
14 σταθεις δε πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ απαντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
15 ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας
16 αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
17 και εσται εν ταις εσχαταις ημεραις λεγει ο θεος εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι νεανισκοι υμων ορασεις οψονται και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται
18 και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου και προφητευσουσιν
19 και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω αιμα και πυρ και ατμιδα καπνου
20 ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη
21 και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται
22 ανδρες ισραηλιται ακουσατε τους λογους τουτους ιησουν τον ναζωραιον ανδρα απο του θεου αποδεδειγμενον εις υμας δυναμεσιν και τερασιν και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων καθως και αυτοι οιδατε
23 τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντες δια χειρων ανομων προσπηξαντες ανειλετε
24 ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
25 δαβιδ γαρ λεγει εις αυτον προωρωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
26 δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
27 οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδου ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν
28 εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου
29 ανδρες αδελφοι εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαβιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης
30 προφητης ουν υπαρχων και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου
31 προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εις αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν
32 τουτον τον ιησουν ανεστησεν ο θεος ου παντες ημεις εσμεν μαρτυρες
33 τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του αγιου πνευματος λαβων παρα του πατρος εξεχεεν τουτο ο νυν υμεις βλεπετε και ακουετε
34 ου γαρ δαβιδ ανεβη εις τους ουρανους λεγει δε αυτος ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου
35 εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
36 ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον και χριστον αυτον ο θεος εποιησεν τουτον τον ιησουν ον υμεις εσταυρωσατε
37 ακουσαντες δε κατενυγησαν τη καρδια ειπον τε προς τον πετρον και τους λοιπους αποστολους τι ποιησομεν ανδρες αδελφοι
38 πετρος δε εφη προς αυτους μετανοησατε και βαπτισθητω εκαστος υμων επι τω ονοματι ιησου χριστου εις αφεσιν αμαρτιων και ληψεσθε την δωρεαν του αγιου πνευματος
39 υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων
40 ετεροις τε λογοις πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων σωθητε απο της γενεας της σκολιας ταυτης
41 οι μεν ουν ασμενως αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
42 ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταις προσευχαις
43 εγενετο δε παση ψυχη φοβος πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο
44 παντες δε οι πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα
45 και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν
46 καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω κλωντες τε κατ οικον αρτον μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας
47 αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν τη εκκλησια
Acts 2
New International Version
The Holy Spirit Comes at Pentecost
2 When the day of Pentecost(A) came, they were all together(B) in one place. 2 Suddenly a sound like the blowing of a violent wind came from heaven and filled the whole house where they were sitting.(C) 3 They saw what seemed to be tongues of fire that separated and came to rest on each of them. 4 All of them were filled with the Holy Spirit(D) and began to speak in other tongues[a](E) as the Spirit enabled them.
5 Now there were staying in Jerusalem God-fearing(F) Jews from every nation under heaven. 6 When they heard this sound, a crowd came together in bewilderment, because each one heard their own language being spoken. 7 Utterly amazed,(G) they asked: “Aren’t all these who are speaking Galileans?(H) 8 Then how is it that each of us hears them in our native language? 9 Parthians, Medes and Elamites; residents of Mesopotamia, Judea and Cappadocia,(I) Pontus(J) and Asia,[b](K) 10 Phrygia(L) and Pamphylia,(M) Egypt and the parts of Libya near Cyrene;(N) visitors from Rome 11 (both Jews and converts to Judaism); Cretans and Arabs—we hear them declaring the wonders of God in our own tongues!” 12 Amazed and perplexed, they asked one another, “What does this mean?”
13 Some, however, made fun of them and said, “They have had too much wine.”(O)
Peter Addresses the Crowd
14 Then Peter stood up with the Eleven, raised his voice and addressed the crowd: “Fellow Jews and all of you who live in Jerusalem, let me explain this to you; listen carefully to what I say. 15 These people are not drunk, as you suppose. It’s only nine in the morning!(P) 16 No, this is what was spoken by the prophet Joel:
17 “‘In the last days, God says,
I will pour out my Spirit on all people.(Q)
Your sons and daughters will prophesy,(R)
your young men will see visions,
your old men will dream dreams.
18 Even on my servants, both men and women,
I will pour out my Spirit in those days,
and they will prophesy.(S)
19 I will show wonders in the heavens above
and signs on the earth below,(T)
blood and fire and billows of smoke.
20 The sun will be turned to darkness
and the moon to blood(U)
before the coming of the great and glorious day of the Lord.
21 And everyone who calls
on the name of the Lord(V) will be saved.’[c](W)
22 “Fellow Israelites, listen to this: Jesus of Nazareth(X) was a man accredited by God to you by miracles, wonders and signs,(Y) which God did among you through him,(Z) as you yourselves know. 23 This man was handed over to you by God’s deliberate plan and foreknowledge;(AA) and you, with the help of wicked men,[d] put him to death by nailing him to the cross.(AB) 24 But God raised him from the dead,(AC) freeing him from the agony of death, because it was impossible for death to keep its hold on him.(AD) 25 David said about him:
“‘I saw the Lord always before me.
Because he is at my right hand,
I will not be shaken.
26 Therefore my heart is glad and my tongue rejoices;
my body also will rest in hope,
27 because you will not abandon me to the realm of the dead,
you will not let your holy one see decay.(AE)
28 You have made known to me the paths of life;
you will fill me with joy in your presence.’[e](AF)
29 “Fellow Israelites,(AG) I can tell you confidently that the patriarch(AH) David died and was buried,(AI) and his tomb is here(AJ) to this day. 30 But he was a prophet and knew that God had promised him on oath that he would place one of his descendants on his throne.(AK) 31 Seeing what was to come, he spoke of the resurrection of the Messiah, that he was not abandoned to the realm of the dead, nor did his body see decay.(AL) 32 God has raised this Jesus to life,(AM) and we are all witnesses(AN) of it. 33 Exalted(AO) to the right hand of God,(AP) he has received from the Father(AQ) the promised Holy Spirit(AR) and has poured out(AS) what you now see and hear. 34 For David did not ascend to heaven, and yet he said,
“‘The Lord said to my Lord:
“Sit at my right hand
35 until I make your enemies
a footstool for your feet.”’[f](AT)
36 “Therefore let all Israel be assured of this: God has made this Jesus, whom you crucified, both Lord(AU) and Messiah.”(AV)
37 When the people heard this, they were cut to the heart and said to Peter and the other apostles, “Brothers, what shall we do?”(AW)
38 Peter replied, “Repent and be baptized,(AX) every one of you, in the name of Jesus Christ for the forgiveness of your sins.(AY) And you will receive the gift of the Holy Spirit.(AZ) 39 The promise is for you and your children(BA) and for all who are far off(BB)—for all whom the Lord our God will call.”
40 With many other words he warned them; and he pleaded with them, “Save yourselves from this corrupt generation.”(BC) 41 Those who accepted his message were baptized, and about three thousand were added to their number(BD) that day.
The Fellowship of the Believers
42 They devoted themselves to the apostles’ teaching(BE) and to fellowship, to the breaking of bread(BF) and to prayer.(BG) 43 Everyone was filled with awe at the many wonders and signs performed by the apostles.(BH) 44 All the believers were together and had everything in common.(BI) 45 They sold property and possessions to give to anyone who had need.(BJ) 46 Every day they continued to meet together in the temple courts.(BK) They broke bread(BL) in their homes and ate together with glad and sincere hearts, 47 praising God and enjoying the favor of all the people.(BM) And the Lord added to their number(BN) daily those who were being saved.
Acts 2
New King James Version
Coming of the Holy Spirit
2 When (A)the Day of Pentecost had fully come, (B)they were all [a]with one accord in one place. 2 And suddenly there came a sound from heaven, as of a rushing mighty wind, and (C)it filled the whole house where they were sitting. 3 Then there appeared to them [b]divided tongues, as of fire, and one sat upon each of them. 4 And (D)they were all filled with the Holy Spirit and began (E)to speak with other tongues, as the Spirit gave them utterance.
The Crowd’s Response
5 And there were dwelling in Jerusalem Jews, (F)devout men, from every nation under heaven. 6 And when this sound occurred, the (G)multitude came together, and were confused, because everyone heard them speak in his own language. 7 Then they were all amazed and marveled, saying to one another, “Look, are not all these who speak (H)Galileans? 8 And how is it that we hear, each in our own [c]language in which we were born? 9 Parthians and Medes and Elamites, those dwelling in Mesopotamia, Judea and (I)Cappadocia, Pontus and Asia, 10 Phrygia and Pamphylia, Egypt and the parts of Libya adjoining Cyrene, visitors from Rome, both Jews and proselytes, 11 Cretans and [d]Arabs—we hear them speaking in our own tongues the wonderful works of God.” 12 So they were all amazed and perplexed, saying to one another, “Whatever could this mean?”
13 Others mocking said, “They are full of new wine.”
Peter’s Sermon(J)
14 But Peter, standing up with the eleven, raised his voice and said to them, “Men of Judea and all who dwell in Jerusalem, let this be known to you, and heed my words. 15 For these are not drunk, as you suppose, (K)since it is only [e]the third hour of the day. 16 But this is what was spoken by the prophet Joel:
17 ‘And(L) it shall come to pass in the last days, says God,
(M)That I will pour out of My Spirit on all flesh;
Your sons and (N)your daughters shall prophesy,
Your young men shall see visions,
Your old men shall dream dreams.
18 And on My menservants and on My maidservants
I will pour out My Spirit in those days;
(O)And they shall prophesy.
19 (P)I will show wonders in heaven above
And signs in the earth beneath:
Blood and fire and vapor of smoke.
20 (Q)The sun shall be turned into darkness,
And the moon into blood,
Before the coming of the great and awesome day of the Lord.
21 And it shall come to pass
That (R)whoever calls on the name of the Lord
Shall be saved.’
22 “Men of Israel, hear these words: Jesus of Nazareth, a Man attested by God to you (S)by miracles, wonders, and signs which God did through Him in your midst, as you yourselves also know— 23 Him, (T)being delivered by the determined purpose and foreknowledge of God, (U)you [f]have taken by lawless hands, have crucified, and put to death; 24 (V)whom God raised up, having [g]loosed the [h]pains of death, because it was not possible that He should be held by it. 25 For David says concerning Him:
(W)‘I foresaw the Lord always before my face,
For He is at my right hand, that I may not be shaken.
26 Therefore my heart rejoiced, and my tongue was glad;
Moreover my flesh also will rest in hope.
27 For You will not leave my soul in Hades,
Nor will You allow Your Holy One to see (X)corruption.
28 You have made known to me the ways of life;
You will make me full of joy in Your presence.’
29 “Men and brethren, let me speak freely to you (Y)of the patriarch David, that he is both dead and buried, and his tomb is with us to this day. 30 Therefore, being a prophet, (Z)and knowing that God had sworn with an oath to him that of the fruit of his body, [i]according to the flesh, He would raise up the Christ to sit on his throne, 31 he, foreseeing this, spoke concerning the resurrection of the Christ, (AA)that His soul was not left in Hades, nor did His flesh see corruption. 32 (AB)This Jesus God has raised up, (AC)of which we are all witnesses. 33 Therefore (AD)being exalted [j]to (AE)the right hand of God, and (AF)having received from the Father the promise of the Holy Spirit, He (AG)poured out this which you now see and hear.
34 “For David did not ascend into the heavens, but he says himself:
(AH)‘The Lord said to my Lord,
“Sit at My right hand,
35 Till I make Your enemies Your footstool.” ’
36 “Therefore let all the house of Israel know assuredly that God has made this Jesus, whom you crucified, both Lord and Christ.”
37 Now when they heard this, (AI)they were cut to the heart, and said to Peter and the rest of the apostles, “Men and brethren, what shall we do?”
38 Then Peter said to them, (AJ)“Repent, and let every one of you be baptized in the name of Jesus Christ for the [k]remission of sins; and you shall receive the gift of the Holy Spirit. 39 For the promise is to you and (AK)to your children, and (AL)to all who are afar off, as many as the Lord our God will call.”
A Vital Church Grows
40 And with many other words he testified and exhorted them, saying, “Be saved from this [l]perverse generation.” 41 Then those who [m]gladly received his word were baptized; and that day about three thousand souls were added to them. 42 (AM)And they continued steadfastly in the apostles’ [n]doctrine and fellowship, in the breaking of bread, and in prayers. 43 Then fear came upon every soul, and (AN)many wonders and signs were done through the apostles. 44 Now all who believed were together, and (AO)had all things in common, 45 and [o]sold their possessions and goods, and (AP)divided[p] them among all, as anyone had need.
46 (AQ)So continuing daily with one accord (AR)in the temple, and (AS)breaking bread from house to house, they ate their food with gladness and simplicity of heart, 47 praising God and having favor with all the people. And (AT)the Lord added [q]to the church daily those who were being saved.
Footnotes
- Acts 2:1 NU together
- Acts 2:3 Or tongues as of fire, distributed and resting on each
- Acts 2:8 dialect
- Acts 2:11 Arabians
- Acts 2:15 9 a.m.
- Acts 2:23 NU omits have taken
- Acts 2:24 destroyed or abolished
- Acts 2:24 Lit. birth pangs
- Acts 2:30 NU He would seat one on his throne,
- Acts 2:33 Possibly by
- Acts 2:38 forgiveness
- Acts 2:40 crooked
- Acts 2:41 NU omits gladly
- Acts 2:42 teaching
- Acts 2:45 would sell
- Acts 2:45 distributed
- Acts 2:47 NU omits to the church
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.