A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20SBL Greek New Testament (SBLGNT)

20 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον [a]μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ [b]παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν [c]πορεύεσθαι [d]εἰς Μακεδονίαν. διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ποιήσας τε μῆνας τρεῖς· γενομένης [e]ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο [f]γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. συνείπετο δὲ [g]αὐτῷ Σώπατρος [h]Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· οὗτοι [i]δὲ [j]προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, [k]οὗ διετρίψαμεν ἡμέρας ἑπτά.

Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων [l]ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· [m]καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναβὰς δὲ καὶ κλάσας [n]τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

13 Ἡμεῖς δὲ [o]προελθόντες [p]ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ [q]διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. 14 ὡς δὲ [r]συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν [s]ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς [t]Σάμον, τῇ [u]δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 16 [v]κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν [w]εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης [x]καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους, 21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν [y]εἰς θεὸν μετάνοιαν καὶ [z]πίστιν εἰς τὸν κύριον ἡμῶν [aa]Ἰησοῦν. 22 καὶ νῦν ἰδοὺ [ab]δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά [ac]μοι μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί [ad]μοι λέγον ὅτι δεσμὰ [ae]καὶ θλίψεις με μένουσιν· 24 ἀλλ’ οὐδενὸς [af]λόγου [ag]ποιοῦμαι τὴν [ah]ψυχὴν τιμίαν ἐμαυτῷ ὡς [ai]τελειῶσαι τὸν δρόμον [aj]μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.

25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν [ak]βασιλείαν. 26 [al]διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός [am]εἰμι ἀπὸ τοῦ αἵματος πάντων, 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι [an]πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. 28 [ao]προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ [ap]θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ [aq]αἵματος τοῦ ἰδίου. 29 ἐγὼ [ar]οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω [as]ἑαυτῶν· 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι [at]ὑμᾶς τῷ [au]θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ [av]οἰκοδομῆσαι καὶ δοῦναι [aw]τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.

36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 ἱκανὸς δὲ [ax]κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Footnotes:

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:1 μεταπεμψάμενος WH Treg NIV ] προσκαλεσάμενος RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:1 παρακαλέσας WH Treg NIV ] – RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:1 πορεύεσθαι WH Treg NIV ] πορευθῆναι RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:1 εἰς WH Treg NIV ] + τὴν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:3 ἐπιβουλῆς αὐτῷ WH Treg NIV ] + αὐτῷ ἐπιβουλῆς RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:3 γνώμης WH Treg NIV ] γνώμη RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:4 αὐτῷ WH NIV ] + ἄχρι τῆς Ἀσίας Treg RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:4 Πύρρου WH Treg NIV ] – RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:5 δὲ WH Treg NIV ] – RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:5 προσελθόντες WH Treg RP ] προελθόντες NIV
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:6 οὗ WH Treg RP ] ὅπου NIV
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:7 ἡμῶν WH Treg NIV ] τῶν μαθητῶν RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:9 καθεζόμενος WH Treg NIV ] Καθήμενος RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:11 τὸν WH Treg NIV ] – RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:13 προελθόντες WH Treg NIV ] προσελθόντες RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:13 ἐπὶ WH Treg NIV ] εἰς RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:13 διατεταγμένος ἦν WH Treg NIV ] ἦν διατεταγμένος RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:14 συνέβαλλεν WH Treg NIV ] συνέβαλεν RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:15 ἄντικρυς WH Treg NIV ] ἀντικρύ RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:15 Σάμον WH Treg NIV ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:15 δὲ WH Treg NIV ] – RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:16 κεκρίκει WH Treg NIV ] Ἔκρινεν RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:16 εἴη WH Treg NIV ] ἦν RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:19 καὶ WH Treg NIV ] + πολλῶν RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:21 εἰς WH Treg NIV ] + τὸν RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:21 πίστιν WH Treg NIV ] + τὴν RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:21 Ἰησοῦν WH NIV RP ] + χριστόν Treg
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:22 δεδεμένος ἐγὼ WH Treg NIV ] ἐγὼ δεδεμένος RP
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:22 μοι Treg NIV RP ] ἐμοὶ WH
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:23 μοι WH Treg NIV ] – RP
  31. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:23 καὶ θλίψεις με WH Treg NIV ] με καὶ θλίψεις RP
  32. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:24 λόγου WH Treg NIV ] λόγον RP
  33. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:24 ποιοῦμαι WH Treg NIV ] + οὐδὲ ἔχω RP
  34. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:24 ψυχὴν WH Treg NIV ] + μου RP
  35. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:24 τελειῶσαι NIV RP ] τελειώσω WH Treg
  36. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:24 μου WH Treg NIV ] + μετὰ χαρᾶς RP
  37. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:25 βασιλείαν WH Treg NIV ] + τοῦ θεοῦ RP
  38. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:26 διότι WH NIV RP ] διὸ Treg
  39. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:26 εἰμι WH Treg NIV ] ἐγὼ RP
  40. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:27 πᾶσαν … θεοῦ ὑμῖν WH Treg NIV ] ὑμῖν πᾶσαν … θεοῦ RP
  41. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 προσέχετε WH Treg NIV ] + οὖν RP
  42. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 θεοῦ WH NIV ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
  43. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:28 αἵματος τοῦ ἰδίου WH Treg NIV ] ἰδίου αἵματος RP
  44. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:29 οἶδα WH Treg NIV ] γὰρ οἶδα τοῦτο RP
  45. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:30 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  46. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:32 ὑμᾶς WH Treg NIV ] + ἀδελφοί RP
  47. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:32 θεῷ Treg NIV RP ] κυρίῳ WH
  48. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:32 οἰκοδομῆσαι WH Treg NIV ] ἐποικοδομῆσαι RP
  49. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:32 τὴν WH Treg NIV ] ὑμῖν RP
  50. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 20:37 κλαυθμὸς ἐγένετο WH Treg NIV ] ἐγένετο κλαυθμὸς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes