Font Size
ΠΕΤΡΟΥ Β΄ 3:3-7
SBL Greek New Testament
ΠΕΤΡΟΥ Β΄ 3:3-7
SBL Greek New Testament
3 τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ [a]ἐσχάτων τῶν ἡμερῶν [b]ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι 4 καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως. 5 λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, 6 δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ [c]αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Β΄ 3:3 ἐσχάτων WH Treg NIV] ἐσχάτου RP
- ΠΕΤΡΟΥ Β΄ 3:3 ἐν ἐμπαιγμονῇ WH Treg NIV] – RP
- ΠΕΤΡΟΥ Β΄ 3:7 αὐτῷ WH NIV] αὐτοῦ Treg RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software