Añadir traducción en paralelo Imprimir Opciones de la página

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, [a]καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι [b]ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 [c]δὲ ἀκούσας [d]εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ [e]ἁμαρτωλούς.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:10 καὶ WH Treg RP NA ] NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:11 ἔλεγον WH Treg NIV ] εἶπον RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 δὲ WH NIV ] + Ἰησοῦς Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:13 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ [a]γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ [b]ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [c]τῶν Φαρισαίων [d]ἰδόντες [e]ὅτι ἐσθίει μετὰ τῶν [f]ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· [g]Ὅτι μετὰ τῶν [h]τελωνῶν καὶ ἁμαρτωλῶν [i]ἐσθίει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [j]ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ [k]ἁμαρτωλούς.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 Ὅτι WH Treg NIV ] Τί ὅτι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ὅτι WH NIV ] – Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP

27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν [a]πάντα ἀναστὰς [b]ἠκολούθει αὐτῷ.

29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος [c]πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ [d]Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 πάντα WH Treg NIV ] ἅπαντα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 ἠκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29 πολὺς τελωνῶν WH Treg NIV ] τελωνῶν πολὺς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:30 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NIV ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP