ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-42
SBL Greek New Testament
38 Ἠκούσατε ὅτι ἐρρέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε [a]ῥαπίζει [b]εἰς τὴν δεξιὰν [c]σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. 42 τῷ αἰτοῦντί σε [d]δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 ῥαπίζει WH Treg NIV ] ῥαπίσει RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 εἰς WH Treg NIV ] ἐπί RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 σιαγόνα NIV RP ] + σου WH Treg NA
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:42 δός WH Treg NIV ] δίδου RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
SBL Greek New Testament
29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 [a]παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software