Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:25-26
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:25-26
SBL Greek New Testament
25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ [a]μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ [b]κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ· 26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:25 μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ WH Treg NIV ] ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:25 κριτὴς WH NIV ] + σε παραδῷ Treg RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:57-59
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:57-59
SBL Greek New Testament
57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε [a]παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε [b]βαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως [c]καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 παραδώσει WH Treg NIV ] παραδῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 βαλεῖ WH Treg NIV ] βάλῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:59 καὶ τὸ WH Treg NIV ] οὗ καὶ τὸν RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software