Add parallel Print Page Options

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸν [a]προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [b]τῆς γῆς· 19 πορευθέντες [c]οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, [d]βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ [e]αἰῶνος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:17 προσεκύνησαν WH Treg NIV ] + αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:18 τῆς WH Treg NA ] NIV RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 οὖν WH Treg NIV ] RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:19 βαπτίζοντες WH NIV RP ] βαπτίσαντες Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:20 αἰῶνος WH Treg NIV ] + Ἀμήν RP