Add parallel Print Page Options

57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς [a]ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν [b]ἀποδοθῆναι. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν [c]αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ [d]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:57 ἐμαθητεύθη WH Treg NIV ] ἐμαθήτευσεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:58 ἀποδοθῆναι WH NIV ] + τὸ σῶμα Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:59 αὐτὸ RP ] + ἐν WH Treg NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:61 Μαριὰμ WH NIV ] Μαρία Treg RP

42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν [a]προσάββατον, 43 [b]ἐλθὼν Ἰωσὴφ [c]ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς [d]τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ [e]πάλαι ἀπέθανεν· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ [f]πτῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας [g]σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ [h]ἔθηκεν αὐτὸν ἐν [i]μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [j]ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ [k]τέθειται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:42 προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 ἐλθὼν WH Treg NIV ] ἦλθεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 τὸν WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:44 πάλαι NIV RP ] ἤδη WH Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:45 πτῶμα WH Treg NIV ] σῶμα RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 σινδόνα WH Treg NIV ] + καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 ἔθηκεν WH Treg NIV ] κατέθηκεν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 μνημείῳ Treg NIV RP ] μνήματι WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 ἡ Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 τέθειται WH Treg NIV ] τίθεται RP

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [a]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς [b]προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ [c]καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν [d]αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν [e]οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν [f]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ [g]αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι [h]ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.

Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:51 προσεδέχετο WH Treg NIV ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 αἱ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP

38 Μετὰ [a]δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ [b]ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα [c]αὐτοῦ. 39 ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς [d]αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων [e]μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν [f]αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς [g]ἦν τεθειμένος· 42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 δὲ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 ἀπὸ WH Treg ] ὁ ἀπὸ NIV RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:39 αὐτὸν WH Treg NIV ] τὸν Ἰησοῦν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:39 μίγμα Treg NIV RP ] ἕλιγμα WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:40 αὐτὸ WH Treg NIV ] + ἐν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:41 ἦν τεθειμένος WH NIV ] ἐτέθη Treg RP