Add parallel Print Page Options

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ [a]Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:56 Ἰωσὴφ WH NA ] Ἰωσῆ Treg NIV RP

40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν [a]αἷς καὶ [b]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [c]ἡ Ἰακώβου τοῦ μικροῦ καὶ [d]Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 [e]αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 αἷς WH NIV ] + ἦν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Μαρία Treg NIV RP ] Μαριὰμ WH
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 WH Treg NIV ] + τοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:41 αἳ WH NIV ] + καί Treg RP

49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ [a]αὐτῷ [b]μακρόθεν, καὶ γυναῖκες αἱ [c]συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 μακρόθεν Treg RP ] απο μακρόθεν WH NIV
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 συνακολουθοῦσαι WH Treg NIV ] συνακολουθήσασαι RP

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ [a]μητρί· Γύναι, [b]ἴδε ὁ υἱός σου· 27 εἶτα λέγει τῷ μαθητῇ· [c]Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 μητρί WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 ἴδε WH Treg NIV ] ἰδοὺ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:27 Ἴδε WH Treg NIV ] Ἰδοὺ RP