Add parallel Print Page Options

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν [a]ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· [b]Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ [c]ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ [d]ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων [e]αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [f]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [g]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [h]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [i]θεοῦ υἱὸς ἦν οὗτος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 ἀνεβόησεν NIV RP ] ἐβόησεν WH Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 Ἠλὶ ἠλὶ Treg RP NA ] Ἐλωῒ ἐλωῒ WH NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:47 ἑστηκότων WH Treg NIV ] ἑστώτων RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 ἔλεγον NIV RP ] εἶπαν WH Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 αὐτόν Treg NIV RP ] + [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg

33 [a]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [b]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [c]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [d]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [e]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [f]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [g]τις καὶ γεμίσας σπόγγον ὄξους [h]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [i]οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [j]οὗτος ὁ ἄνθρωπος υἱὸς [k]θεοῦ ἦν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὕτως WH NA ] + κράξας Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP

44 [a]Καὶ ἦν [b]ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 [c]τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη [d]δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου [e]παρατίθεμαι τὸ πνεῦμά μου. [f]τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον [g]ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, [h]θεωρήσαντες τὰ γενόμενα, [i]τύπτοντες τὰ στήθη ὑπέστρεφον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 Καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 ἤδη WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 τοῦ ἡλίου ἐκλιπόντος WH NIV ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 δὲ WH NIV ] – Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 παρατίθεμαι WH Treg NIV ] παραθήσομαι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 τοῦτο δὲ WH Treg NIV ] καὶ ταῦτα RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47 ἐδόξαζεν WH Treg NIV ] ἐδόξασεν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 θεωρήσαντες WH Treg NIV ] θεωροῦντες RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 τύπτοντες WH Treg NIV ] + ἑαυτῶν RP

28 Μετὰ τοῦτο [a]εἰδὼς ὁ Ἰησοῦς ὅτι [b]ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. 29 [c]σκεῦος ἔκειτο ὄξους μεστόν· [d]σπόγγον οὖν μεστὸν τοῦ ὄξους [e]ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 εἰδὼς WH Treg NIV ] ἰδὼν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 ἤδη πάντα WH Treg NIV ] πάντα ἤδη RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σκεῦος WH Treg NIV ] + οὖν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σπόγγον οὖν μεστὸν τοῦ WH Treg NIV ] οἱ δέ πλήσαντες σπόγγον RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 ὑσσώπῳ WH Treg NIV ] καὶ ὑσσώπῳ RP