Add parallel Print Page Options

38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, [a]κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως [b]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ [c]πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· [d]βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ [e]αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω [f]νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 καὶ WH NIV ] δὲ καὶ Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:43 νῦν WH NIV ] + αὐτόν Treg RP

27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [a]αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [b]οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν [c]καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [d]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [e]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [f]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP

35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ [a]ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς [b]τοῦ θεοῦ, ὁ ἐκλεκτός. 36 [c]ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, [d]ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ [e]ἐπιγραφὴ ἐπ’ [f]αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων [g]οὗτος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 ἄρχοντες WH Treg NIV ] + σὺν αὐτοῖς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 τοῦ θεοῦ ὁ WH NIV ] ὁ τοῦ θεοῦ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ὄξος WH Treg NIV ] καὶ ὄξος RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ WH NIV ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ WH Treg NIV ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 οὗτος WH Treg NIV ] – RP