Add parallel Print Page Options

33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν [a]Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν [b]οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ [c]ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NIV ] λεγόμενος Κρανίου Τόπος RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 οἶνον WH Treg NIV ] ὄξος RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 ἠθέλησεν WH Treg NIV ] ἤθελεν RP

22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [a]τὸν [b]Γολγοθᾶν τόπον, ὅ ἐστιν [c]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [d]αὐτῷ ἐσμυρνισμένον οἶνον, [e]ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [f]σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 ὃς WH Treg NIV ] ὁ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP

33 καὶ ὅτε [a]ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 [b]ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον [c]κλήρους.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33 ἦλθον WH Treg NIV ] ἀπῆλθον RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 ὁ δὲ … ποιοῦσιν Treg NIV RP ] [[WH]]
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 κλήρους NIV ] κλῆρον WH Treg RP

17 καὶ βαστάζων [a]αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς [b]τὸν λεγόμενον Κρανίου Τόπον, [c]ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, [d]Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς [e]τῶν Ἰουδαίων εἰμί. 22 ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου· 24 εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [f]ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ [g]μητρί· Γύναι, [h]ἴδε ὁ υἱός σου· 27 εἶτα λέγει τῷ μαθητῇ· [i]Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 τὸν WH Treg NIV ] τόπον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 WH Treg NIV ] ὅς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NIV ] Ἑλληνιστί Ῥωμαϊστί RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NIV RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:24 ἡ λέγουσα Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 μητρί WH Treg NIV ] + αὐτοῦ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 ἴδε WH Treg NIV ] ἰδοὺ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:27 Ἴδε WH Treg NIV ] Ἰδοὺ RP