Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63-65
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63-65
SBL Greek New Testament
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. [a]καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ [b]λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν [c]βλασφημίαν·
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:63 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 λέγων WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:65 βλασφημίαν WH Treg NIV ] + αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software