Añadir traducción en paralelo Imprimir Opciones de la página

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ [a]ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ [b]τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ [c]μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἐδύνατο γὰρ [d]τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 ἔχουσα ἀλάβαστρον μύρου WH Treg NIV ] ἀλάβαστρον μύρου ἔχουσα RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:7 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:8 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:9 τοῦτο WH Treg NA ] + τὸ μύρον NIV RP

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [a]συντρίψασα [b]τὴν ἀλάβαστρον κατέχεεν [c]αὐτοῦ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς [d]ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο [e]τὸ μύρον πραθῆναι ἐπάνω [f]δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [g]αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· [h]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [i]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. ἀμὴν [j]δὲ λέγω ὑμῖν, ὅπου [k]ἐὰν κηρυχθῇ τὸ [l]εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 συντρίψασα WH NIV ] καὶ συντρίψασα Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 τὴν WH Treg NIV ] τὸ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 αὐτοῦ WH Treg NIV ] + κατὰ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:4 ἑαυτούς WH NIV ] + καὶ λέγοντες Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 τὸ μύρον WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 δηναρίων τριακοσίων WH Treg NIV ] τριακοσίων δηναρίων RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:7 αὐτοῖς NIV Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 δὲ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 ἐὰν WH NIV RP ] ἂν Treg
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 εὐαγγέλιον WH Treg NIV ] + τοῦτο RP

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς [a]τὸν οἶκον τοῦ Φαρισαίου [b]κατεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ [c]ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, [d]καὶ ἐπιγνοῦσα ὅτι [e]κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα [f]ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, [g]τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ [h]ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· [i]Διδάσκαλε, εἰπέ, φησίν. 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ [j]ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν [k]αὐτῶν πλεῖον [l]ἀγαπήσει αὐτόν; 43 [m]ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ [n]μοι ἐπὶ [o]πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς [p]θριξὶν αὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν [q]τοὺς πόδας μου. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 τὸν οἶκον WH Treg NIV ] τὴν οἶκὶαν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 κατεκλίθη WH Treg NIV ] ἀνεκλίθη RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NIV ] ἐν τῇ πόλει ἥτις ἦν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 κατάκειται WH Treg NIV ] ἀνάκειται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NIV ] παρὰ … αὐτοῦ ὀπίσω RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NIV ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39 ἦν Treg NIV RP ] + ὁ WH
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NIV ] φησίν Διδάσκαλε εἰπέ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἐχόντων WH Treg NIV ] + δὲ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 αὐτῶν WH Treg NIV ] + εἶπέ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἀγαπήσει αὐτόν WH Treg NIV ] αὐτὸν ἀγαπήσει RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:43 ἀποκριθεὶς WH NIV ] + ὁ Treg; + δὲ ὁ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 μοι WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 θριξὶν WH Treg NIV ] + τὴς κεφαλῆς RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:46 τοὺς πόδας μου WH Treg NIV ] μου τοὺς πόδας RP

12 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν [a]Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν [b]Ἰησοῦς. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν [c]ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ἡ οὖν [d]Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει [e]δὲ [f]Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον [g]ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, [h]ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου [i]τηρήσῃ αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Λάζαρος WH NIV ] + ὁ τεθνηκώς Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Ἰησοῦς WH NIV] ὁ Ἰησοῦς Treg; – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:2 ἐκ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 δὲ WH NIV ] οὖν Treg RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NIV; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:6 ἔχων WH Treg NIV ] εἶχεν καὶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 ἵνα WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 τηρήσῃ WH Treg NIV ] τετήρηκεν RP