Add parallel Print Page Options

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας [a]καὶ συντελείας τοῦ αἰῶνος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ [b]γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται [c]λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:3 καὶ WH Treg NIV ] + τῆς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:6 γὰρ WH Treg NIV ] + πάντα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP

Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ [a]ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ [b]ταῦτα συντελεῖσθαι πάντα. ὁ δὲ Ἰησοῦς [c]ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· [d]πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ [e]ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· [f]δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, [g]ἔσονται σεισμοὶ κατὰ τόπους, [h]ἔσονται [i]λιμοί· [j]ἀρχὴ ὠδίνων ταῦτα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:3 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NIV ] πάντα ταῦτα συντελεῖσθαι RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:5 ἤρξατο λέγειν αὐτοῖς WH Treg NIV ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6 πολλοὶ WH NIV ] + γὰρ Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7 ἀκούσητε WH NIV RP ] ἀκούετε Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7 δεῖ WH NIV ] + γὰρ Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 *ἔσονται WH Treg NIV ] καὶ ἔσονται RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 *ἔσονται WH NIV ] καὶ ἔσονται Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 λιμοί WH Treg NIV ] + καὶ ταραχαί RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 ἀρχὴ WH Treg NIV ] ἀρχαὶ RP

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου [a]λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· [b]μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι [c]καὶ κατὰ τόπους [d]λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ [e]σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 λέγοντες WH NIV ] + ὃτι Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 μὴ WH Treg NIV ] + οὖν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 καὶ κατὰ τόπους WH Treg NIV ] κατὰ τόπους καὶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 λιμοὶ καὶ λοιμοὶ NIV RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα Treg RP ] ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα WH NIV; σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ WHmarg