Add parallel Print Page Options

23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·

Read full chapter

26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως [a]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:27 ἔσται WH Treg NIV ] + καὶ RP

37 ὥσπερ [a]γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως [b]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 [c]ὡς γὰρ ἦσαν ἐν ταῖς [d]ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ [e]γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [f]καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 γὰρ WH Treg NIV ] δὲ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 ἔσται WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ὡς WH Treg NIV ] Ὥσπερ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 καὶ RP NA ] – WH Treg NIV

17 ὁ ἐπὶ τοῦ δώματος μὴ [a]καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι [b]τὸ ἱμάτιον αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 καταβάτω WH Treg NIV ] καταβαινέτω RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 τὸ ἱμάτιον WH Treg NIV ] τὰ ἱμάτια RP

39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

Read full chapter

40 τότε [a]δύο ἔσονται ἐν τῷ ἀγρῷ, [b]εἷς παραλαμβάνεται καὶ [c]εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ [d]μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 μύλῳ WH Treg NIV ] μύλωνι RP

28 [a]ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:28 ὅπου WH Treg NIV ] + γὰρ RP

19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [a]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [b]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 [c]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [d]Ἴδε ὧδε ὁ [e]χριστός, [f]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [g]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [h]προείρηκα ὑμῖν πάντα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP

14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [a]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [b]ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω μηδὲ εἰσελθάτω [d]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [e]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 WH NIV ] + δὲ Treg RP NA
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ [a]ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ [b]ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς [c]ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [d]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, [e]ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν [f]πάντας. 28 ὁμοίως [g]καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν [h]πάντας. 30 κατὰ [i]τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ [j]ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [k]περιποιήσασθαι ἀπολέσει αὐτήν, [l]ὃς δ’ ἂν [m]ἀπολέσῃ ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, [n]ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 [o]ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [p]ἡ μία παραλημφθήσεται [q]ἡ δὲ ἑτέρα [r]ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ [s]καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NIV; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἀστραπὴ WH NIV ] + ἡ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ὑπὸ τὸν WH Treg NIV ] ὑπ᾽ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 πάντας WH Treg NIV ] ἅπαντας RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:29 πάντας WH Treg NIV ] ἅπαντας RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:31 ἐν WH Treg NIV ] + τῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:34 WH NIV ] – Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἔσονται δύο WH Treg NIV ] Δύο ἔσονται RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἡ δὲ WH Treg NIV ] καὶ ἡ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἀφεθήσεται WH Treg NIV RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37 καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NIV ] συναχθήσονται οἱ ἀετοὶ RP

25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [a]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP