Add parallel Print Page Options

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν [a]λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν [b]αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:16 λέγοντες NIV RP ] λέγοντας WH Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:21 αὐτῷ Treg NIV RP ] WH

13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 [a]καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν [b]δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 [c]ὁ δὲ Ἰησοῦς εἶπεν [d]αὐτοῖς· [e]Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ [f]ἐξεθαύμαζον ἐπ’ αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NIV ] κῆνσον Καίσαρι δοῦναι RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 αὐτοῖς Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NIV ] Ἀπόδοτε τὰ Καίσαρος RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ἐξεθαύμαζον WH NIV ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [a]ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν [b]ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς [c]αὐτούς· 24 [d]Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [e]ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν [f]πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [g]τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:20 ὥστε WH Treg NIV ] εἰς τὸ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:22 ἡμᾶς WH Treg NIV ] ἡμῖν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:23 αὐτούς WH Treg NIV ] + Τί με πειράζετε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 Δείξατέ WH Treg NIV ] Ἐπιδείξατέ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 ἀποκριθέντες Treg RP ] οἱ WH NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:25 πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NIV ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:26 τοῦ WH ] αὐτοῦ Treg NIV RP