Add parallel Print Page Options

23 Καὶ [a]ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα [b]τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο [c]ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ [d]ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 τὸ WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 ἐν WH Treg NIV ] παρ᾽ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NIV ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP

27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ [a]ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; [b]ἢ τίς σοι [c]ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ [d]Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω [e]ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα [f]τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ [g]διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· [h]Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί [i]οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν [j]ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην [k]ὄντως ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες [l]τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ [m]Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 WH NIV ] καὶ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην ἔδωκεν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 ὑμᾶς WH Treg NIV ] + καὶ ἐγὼ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:30 τὸ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 διελογίζοντο WH Treg NIV ] ἐλογίζοντο RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NIV RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 οὖν WH NIV RP ] – Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄχλον WH NIV ] λαόν Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄντως ὅτι WH Treg NIV ] ὅτι ὄντως RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NIV ] λέγουσιν τῷ Ἰησοῦ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP

20 Καὶ ἐγένετο ἐν μιᾷ τῶν [a]ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ [b]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν [c]λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς [d]κἀγὼ λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, [e]ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἡμερῶν WH Treg NIV ] + ἐκείνων RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἀρχιερεῖς WH Treg NIV ] ἱερεῖς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:2 λέγοντες πρὸς αὐτόν WH NIV ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:3 κἀγὼ WH Treg NIV ] + ἕνα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:6 ὁ λαὸς ἅπας WH Treg NIV ] πᾶς ὁ λαὸς RP