Add parallel Print Page Options

18 [a]Πρωῒ δὲ [b]ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· [c]Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 Πρωῒ WH Treg NIV ] Πρωῒας RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 ἐπανάγων Treg NIV RP ] ἐπαναγαγὼν WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:19 Μηκέτι Treg NIV RP ] Οὐ μηκέτι WH

12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν [a]ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα [b]τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, [c]ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ [d]ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι [e]εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ἀπὸ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP