Añadir traducción en paralelo Imprimir Opciones de la página

29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [a]Κύριε, ἐλέησον ἡμᾶς, [b]υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [c]ἔκραξαν λέγοντες· [d]Κύριε, ἐλέησον ἡμᾶς, [e]υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα [f]ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [g]ὀμμάτων αὐτῶν, καὶ εὐθέως [h]ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν [a]αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, [b]υἱὲ Δαυίδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ [c]ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω· 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:27 αὐτῷ Treg NIV RP ] WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:27 υἱὲ WH RP ] υἱὸς Treg NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:30 ἐνεβριμήθη WH Treg NIV ] ἐνεβριμήσατο RP

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ [a]ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος [b]τυφλὸς [c]προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ [d]Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· [e]Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· [f]Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, [g]ἔγειρε, φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ [h]ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς [i]αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Τί [j]σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 [k]καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ [l]εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει [m]αὐτῷ ἐν τῇ ὁδῷ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 τυφλὸς WH Treg NIV ] ὁ τυφλὸς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Ναζαρηνός WH Treg NIV ] Ναζωραῖός RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Υἱὲ WH Treg NIV ] Ὁ ὑιὸς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 Φωνήσατε αὐτόν WH Treg NIV ] αὐτὸν φωνηθῆναι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:50 ἀναπηδήσας WH Treg NIV ] ἀναστὰς RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NIV ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 σοι θέλεις ποιήσω WH Treg NIV ] θέλεις ποιήσω σοί RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 καὶ ὁ WH NIV ] ὁ δὲ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 αὐτῷ WH Treg NIV ] τῷ Ἰησοῦ RP

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν [a]ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο [b]τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα [c]σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [d]ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 [e]Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35 ἐπαιτῶν WH Treg NIV ] προσαιτῶν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:36 τί WH NIV RP ] + ἂν Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:39 σιγήσῃ WH Treg NIV ] σιωπήσῃ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:40 Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:41 Τί WH NIV ] λέγων Τί Treg RP