ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6-7
SBL Greek New Testament
6 Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς [a]εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη [b]γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ [c]ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6 εἰς RP ] περὶ WH Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 ἀνθρώπῳ WH Treg NIV ] + ἐκείνῳ RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42
SBL Greek New Testament
42 Καὶ ὃς [a]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [b]τούτων τῶν πιστευόντων [c]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [d]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-3
SBL Greek New Testament
17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [a]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [b]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [c]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· 2 λυσιτελεῖ αὐτῷ εἰ [d]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [e]τῶν μικρῶν τούτων ἕνα. 3 προσέχετε ἑαυτοῖς. ἐὰν [f]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
Read full chapterNotas al pie
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software