ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:10-13
SBL Greek New Testament
10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ [a]μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ [b]δὲ ἀποκριθεὶς [c]εἶπεν· Ἠλίας μὲν [d]ἔρχεται καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:10 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 ἔρχεται WH Treg NIV ] + πρῶτον RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:11-13
SBL Greek New Testament
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ [a]ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον [b]ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ [c]ἐξουδενηθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα [d]ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἔφη WH Treg NIV ] ἀποκριθείς εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἀποκαθιστάνει WH Treg NIV ] ἀποκαθιστᾷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἐξουδενηθῇ WH Treg NIV ] ἐξουδενωθῇ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:13 ἤθελον WH Treg NIV ] ἠθέλησαν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software