Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2-3
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2-3
SBL Greek New Testament
2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· 3 καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54-56
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54-56
SBL Greek New Testament
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν [a]ἴδητε νεφέλην ἀνατέλλουσαν [b]ἐπὶ δυσμῶν, εὐθέως λέγετε [c]ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν [d]δὲ καιρὸν τοῦτον πῶς [e]οὐκ οἴδατε δοκιμάζειν;
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἴδητε WH Treg ] + τὴν NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἐπὶ WH NIV ] ἀπὸ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software