Add parallel Print Page Options

43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44 τότε λέγει· [a]Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν [b]εὑρίσκει [c]σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον. 45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:44 Εἰς τὸν οἶκόν μου ἐπιστρέψω WH Treg NIV ] Ἐπιστρέψω εἰς τὸν οἶκόν μου RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:44 εὑρίσκει WH Treg RP NA ] + τὸν οἶκόν NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:44 σχολάζοντα Treg NIV RP ] + καὶ WH

24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ [a]εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· 25 καὶ ἐλθὸν [b]εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. 26 τότε πορεύεται καὶ παραλαμβάνει [c]ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ [d]εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:24 εὑρίσκον Treg RP ] + τότε WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:25 εὑρίσκει Treg NIV RP ] + σχολάζοντα WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NIV ] ἑπτά ἕτερα … ἑαυτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 εἰσελθόντα WH Treg NIV ] ἐλθόντα RP