Add parallel Print Page Options

31 διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ [a]ἀφεθήσεται. 32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν [b]τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:31 ἀφεθήσεται WH Treg NIV ] + τοῖς ἀνθρώποις RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:32 τούτῳ τῷ WH Treg NIV ] τῷ νῦν RP

28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται [a]τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ [b]αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου [c]ἁμαρτήματος. 30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:29 ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP

10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.

Read full chapter