ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:20-24
SBL Greek New Testament
20 Τότε [a]ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· 21 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σύ, Καφαρναούμ, [b]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου [c]καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις [d]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, [e]ἔμεινεν ἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:20 ἤρξατο WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 καταβήσῃ WH Treg NIV ] καταβιβασθήσῃ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἔμεινεν WH Treg NIV ] ἔμειναν RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 10:12-15
SBL Greek New Testament
12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι [a]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ [b]καθήμενοι μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καφαρναούμ, [c]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως [d]τοῦ ᾅδου [e]καταβιβασθήσῃ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:13 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:13 καθήμενοι WH Treg NIV ] καθήμεναι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 τοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 10:15 καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software