Add parallel Print Page Options

42 καὶ ὃς [a]ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:42 ἂν WH Treg NIV ] ἐὰν RP

38 [a]Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα [b]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, [c]καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθ’ [d]ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν [e]ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν [f]ὅτι οὐ μὴ [g]ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NIV ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 ἐν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NIV ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NIV ] ὑμῶν, ὑπὲρ ὑμῶν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὀνόματι WH Treg NIV ] + μου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὅτι WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ἀπολέσῃ WH NIV RP ] ἀπολέσει Treg

49 Ἀποκριθεὶς [a]δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα [b]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ [c]ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 [d]εἶπεν δὲ πρὸς αὐτὸν [e]ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ [f]ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 δὲ WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐν WH Treg NIV ] ἐπὶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐκωλύομεν WH NIV ] ἐκωλύσαμεν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 Treg NIV RP ] – WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 ὑμῶν … ὑμῶν WH Treg NIV ] ἡμῶν … ἡμῶν RP