Add parallel Print Page Options

37 ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

Read full chapter

25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα [a]ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι [b]τε καὶ τὴν [c]ψυχὴν ἑαυτοῦ, οὐ δύναται [d]εἶναί μου μαθητής. 27 [e]ὅστις οὐ βαστάζει τὸν σταυρὸν [f]ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 τε WH Treg NIV ] δέ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ψυχὴν ἑαυτοῦ WH NIV ] ἑαυτοῦ ψυχήν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 εἶναί μου μαθητής WH Treg NIV ] μου μαθητὴς εἶναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ὅστις WH NA ] καὶ ὅστις Treg NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg; αὑτοῦ RP

33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [a]περιποιήσασθαι ἀπολέσει αὐτήν, [b]ὃς δ’ ἂν [c]ἀπολέσῃ ζῳογονήσει αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH

25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [a]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP