Add parallel Print Page Options

26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 καὶ μὴ [a]φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· [b]φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον [c]καὶ ψυχὴν [d]καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31 μὴ οὖν [e]φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.

32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ [f]ἐν οὐρανοῖς· 33 ὅστις [g]δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι [h]κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ [i]ἐν οὐρανοῖς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28 *φοβεῖσθε Treg NIV RP ] φοβηθῆτε WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28 *φοβεῖσθε WH NIV ] φοβήθητε Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28 *καὶ WH Treg NIV ] + τὴν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28 *καὶ WH Treg NIV ] + τὸ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:31 φοβεῖσθε WH Treg NIV ] φοβηθῆτε RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:32 ἐν NIV RP ] + τοῖς WH Treg NA
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:33 δ᾽ ἂν NIV RP ] δὲ WH Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:33 κἀγὼ αὐτὸν WH Treg NIV ] αὐτὸν κἀγὼ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:33 ἐν NIV RP ] + τοῖς WH Treg NA

οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι [a]ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία [b]πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· [c]μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.

Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν [d]ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:5 ἔχοντα ἐξουσίαν WH Treg NIV ] ἐξουσίαν ἔχοντα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:6 πωλοῦνται WH Treg NIV ] πωλεῖται RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:7 μὴ WH Treg NIV ] + οὖν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:8 ὁμολογήσῃ Treg NIV RP ] ὁμολογήσει WH