ΚΑΤΑ ΜΑΡΚΟΝ 9:1-9
SBL Greek New Testament
9 1 καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες [a]τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον [b]καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ [c]ἐγένετο στίλβοντα λευκὰ [d]λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται [e]οὕτως λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν [f]τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί [g]ἀποκριθῇ, [h]ἔκφοβοι γὰρ ἐγένοντο. 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ [i]ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [j]ἀκούετε αὐτοῦ. 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον [k]ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.
9 [l]Καὶ καταβαινόντων αὐτῶν [m]ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [n]ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:2 καὶ WH Treg RP ] + τὸν NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 ἐγένετο WH NIV ] ἐγένοντο Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 λίαν WH Treg NIV ] + ὡς χιών RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 οὕτως WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:5 τρεῖς σκηνάς WH Treg NIV ] σκηνὰς τρεῖς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἀποκριθῇ WH Treg NIV ] λαλήσει RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NIV ] ἦσαν γὰρ ἔκφοβοι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἐγένετο WH NIV ] ἦλθεν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν Treg NIV RP ] μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 Καὶ καταβαινόντων WH Treg NIV ] Καταβαινόντων δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἐκ WH NIV ] ἀπὸ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NIV ] διηγήσωνται ἃ εἶδον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software