ΚΑΤΑ ΜΑΡΚΟΝ 7:1-11
SBL Greek New Testament
7 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ [a]ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν [b]τοὺς [c]ἄρτους— 3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4 καὶ ἀπ’ [d]ἀγορᾶς ἐὰν μὴ [e]βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [f]καὶ κλινῶν— 5 [g]καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί [h]οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ [i]κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 ὁ [j]δὲ εἶπεν [k]αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [l]ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· 7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· 8 [m]ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν [n]ἀνθρώπων.
9 Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν [o]τηρήσητε· 10 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NIV ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 τοὺς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:2 ἄρτους WH Treg NIV ] + ἐμέμψαντο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 ἀγορᾶς WH Treg RP NA ] + ὅταν ἔλθωσιν NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 βαπτίσωνται Treg NIV RP ] ῥαντίσωνται WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:4 καὶ κλινῶν Treg RP NA ] – WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 καὶ WH Treg NIV ] Ἔπειτα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NIV ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:5 κοιναῖς WH Treg NIV ] ἀνίπτοις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 αὐτοῖς WH NIV ] ὅτι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:6 ὅτι WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:8 ἀφέντες WH Treg NIV] + γὰρ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:8 ἀνθρώπων WH NIV ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 7:9 τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software