ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1-17
SBL Greek New Testament
2 Καὶ [a]εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ [b]ἡμερῶν ἠκούσθη ὅτι [c]ἐν οἴκῳ ἐστίν· 2 [d]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται [e]φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι [f]προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον [g]ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5 [h]καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, [i]ἀφίενταί σου αἱ [j]ἁμαρτίαι. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτως λαλεῖ; [k]βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8 καὶ [l]εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [m]οὕτως διαλογίζονται ἐν ἑαυτοῖς [n]λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [o]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [p]Ἔγειρε καὶ ἆρον [q]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [r]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [s]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [t]καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν [u]ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι [v]Οὕτως οὐδέποτε εἴδομεν.
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 Καὶ [w]γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ [x]ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [y]τῶν Φαρισαίων [z]ἰδόντες [aa]ὅτι ἐσθίει μετὰ τῶν [ab]ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· [ac]Ὅτι μετὰ τῶν [ad]τελωνῶν καὶ ἁμαρτωλῶν [ae]ἐσθίει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [af]ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ [ag]ἁμαρτωλούς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἡμερῶν WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:2 καὶ WH NIV ] + εὐθέως Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἁμαρτίαι WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 οὕτως WH Treg NIV ] + αὐτοὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 λέγει WH Treg NIV ] εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 Ὅτι WH Treg NIV ] Τί ὅτι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ὅτι WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software