ΚΑΤΑ ΜΑΡΚΟΝ 12:13-17
SBL Greek New Testament
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 [a]καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν [b]δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 [c]ὁ δὲ Ἰησοῦς εἶπεν [d]αὐτοῖς· [e]Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ [f]ἐξεθαύμαζον ἐπ’ αὐτῷ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 καὶ WH Treg NIV ] Οἱ δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NIV ] κῆνσον Καίσαρι δοῦναι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 αὐτοῖς Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NIV ] Ἀπόδοτε τὰ Καίσαρος RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ἐξεθαύμαζον WH NIV ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software