Add parallel Print Page Options

42 [a]πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις [b]τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.

43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ [c]πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου [d]σταφυλὴν τρυγῶσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 πῶς WH NIV ] ἢ πῶς Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 τὸ κάρφος … σου ἐκβαλεῖν WH NIV ] ἐκβαλεῖν τὸ κάρφος … σου Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 πάλιν WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 σταφυλὴν τρυγῶσιν WH Treg NIV ] τρυγῶσιν σταφυλήν RP