Add parallel Print Page Options

καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ [a]ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ [b]ὄντες; [c]ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως [d]λαβὼν ἔφαγεν καὶ [e]ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν [f]αὐτοῖς· Κύριός ἐστιν [g]τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὁπότε RP ] ὅτε WH Treg NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὄντες NIV RP ] – WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ὡς WH Treg RP NA ] – NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 λαβὼν WH Treg NIV ] ἔλαβεν καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ἔδωκεν WH Treg NIV ] + καὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 αὐτοῖς WH NIV ] + ὅτι Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου WH NIV ] ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦ σαββάτου Treg RP