Add parallel Print Page Options

Πιλᾶτος δὲ [a]ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ [b]ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ [c]ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν [d]καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας [e]περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε [f]Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [g]αὑτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:6 ἀκούσας WH NIV ] + Γαλιλαίαν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NIV ] θέλων ἐξ ἱκανοῦ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἀκούειν WH Treg NIV ] + πολλὰ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 καὶ NIV ] – WH Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 περιβαλὼν WH NIV ] αὐτὸν Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NIV ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 αὑτούς WH ] αὐτούς Treg NIV; ἑαυτούς RP