Tamaño de la fuente
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:35-38
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:35-38
SBL Greek New Testament
35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν [a]δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων [b]πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ [c]ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν [d]ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [e]τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
Read full chapterNotas al pie
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 δὲ WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 πωλησάτω WH Treg NIV ] πωλήσει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 ἀγορασάτω WH Treg NIV ] ἀγοράσει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 ὅτι WH Treg NIV ] + ἔτι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 τὸ WH Treg NIV ] τὰ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software