Add parallel Print Page Options

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [a]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [b]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP